Add parallel Print Page Options

13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι [a]ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου [b]γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν [c]ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος [d]Ἰσκαριώτου, [e]εἰδὼς ὅτι πάντα [f]ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. [g]λέγει [h]αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς [i]μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη [j]Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ [k]ὁ Ἰησοῦς· Ὁ λελουμένος [l]οὐκ ἔχει χρείαν [m]εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν [n]ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.

12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [o]καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ [p]καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα [q]τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων [r]μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα [s]πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων [t]ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.

21 Ταῦτα εἰπὼν [u]ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 [v]ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 [w]ἦν ἀνακείμενος εἷς [x]ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος [y]πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 [z]ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 [aa]ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ [ab]βάψω τὸ ψωμίον [ac]καὶ δώσω αὐτῷ· [ad]βάψας οὖν τὸ [ae]ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος [af]Ἰσκαριώτου. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ [ag]ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον [ah]εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [ai]ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος [aj]ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.

31 Ὅτε [ak]οὖν ἐξῆλθεν [al]λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 [am]εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν [an]αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου [ao]ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; [ap]ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, [aq]ἀκολουθήσεις δὲ ὕστερον. 37 λέγει αὐτῷ [ar]ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι [as]ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 [at]ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ [au]ἀρνήσῃ με τρίς.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 γινομένου WH Treg NIV ] γενομένου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 ἔδωκεν WH Treg NIV ] δέδωκεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 λέγει WH Treg NIV ] καὶ λέγει RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 αὐτῷ WH NIV ] + ἐκεῖνος Treg RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 μου τοὺς πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 Ἰησοῦς αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ Ἰησοῦς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 οὐκ ἔχει χρείαν WH Treg NIV ] οὐ χρείαν ἔχει RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 εἰ μὴ WH Treg NIV ] ἢ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:11 ὅτι WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ WH Treg RP NA ] – NIV
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ ἀνέπεσεν WH Treg NIV ] ἀναπεσὼν RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 τίνας WH Treg NIV ] οὓς RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 μου WH Treg NIV ] μετ᾽ ἐμοῦ RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:20 ἄν WH Treg NIV ] ἐάν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:21 NIV RP ] – WH Treg
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:22 ἔβλεπον WH NIV ] + οὖν RP Treg
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἦν WH Treg NIV ] + δὲ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἐκ WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:24 πυθέσθαι τίς ἂν εἴη NIV RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NIV; ἐπιπεσὼν δὲ RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψω WH Treg NIV ] βάψας RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP
  33. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:27 NIV RP ] – WH Treg
  34. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 εἶχεν WH Treg NIV ] + ὁ RP
  35. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 Treg NIV RP ] – WH
  36. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:30 ἐξῆλθεν εὐθύς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
  37. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 οὖν WH Treg NIV ] – RP
  38. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:31 λέγει WH Treg NIV ] + ὁ RP
  39. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NIV RP ] – WH
  40. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:32 αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
  41. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:33 ἐγὼ ὑπάγω WH Treg NIV ] ὑπάγω ἐγὼ RP
  42. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA
  43. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀκολουθήσεις δὲ ὕστερον WH Treg NIV ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP
  44. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 WH Treg NIV ] – RP
  45. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 ἀκολουθῆσαι NIV RP ] ἀκολουθεῖν WH Treg
  46. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀποκρίνεται WH Treg NIV ] Ἀπεκρίθη αὐτῷ ὁ RP
  47. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ RP

13 προ δε της εορτης του πασχα ειδως ο ιησους οτι εληλυθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα αγαπησας τους ιδιους τους εν τω κοσμω εις τελος ηγαπησεν αυτους

και δειπνου γενομενου του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω

ειδως ο ιησους οτι παντα δεδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει

εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον

ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος

ερχεται ουν προς σιμωνα πετρον και λεγει αυτω εκεινος κυριε συ μου νιπτεις τους ποδας

απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι γνωση δε μετα ταυτα

λεγει αυτω πετρος ου μη νιψης τους ποδας μου εις τον αιωνα απεκριθη αυτω ο ιησους εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου

λεγει αυτω σιμων πετρος κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην

10 λεγει αυτω ο ιησους ο λελουμενος ου χρειαν εχει η τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες

11 ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν ουχι παντες καθαροι εστε

12 οτε ουν ενιψεν τους ποδας αυτων και ελαβεν τα ιματια αυτου αναπεσων παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν

13 υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ

14 ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας

15 υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε

16 αμην αμην λεγω υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον

17 ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα

18 ου περι παντων υμων λεγω εγω οιδα ους εξελεξαμην αλλ ινα η γραφη πληρωθη ο τρωγων μετ εμου τον αρτον επηρεν επ εμε την πτερναν αυτου

19 απ αρτι λεγω υμιν προ του γενεσθαι ινα οταν γενηται πιστευσητε οτι εγω ειμι

20 αμην αμην λεγω υμιν ο λαμβανων εαν τινα πεμψω εμε λαμβανει ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με

21 ταυτα ειπων ο ιησους εταραχθη τω πνευματι και εμαρτυρησεν και ειπεν αμην αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με

22 εβλεπον ουν εις αλληλους οι μαθηται απορουμενοι περι τινος λεγει

23 ην δε ανακειμενος εις των μαθητων αυτου εν τω κολπω του ιησου ον ηγαπα ο ιησους

24 νευει ουν τουτω σιμων πετρος πυθεσθαι τις αν ειη περι ου λεγει

25 επιπεσων δε εκεινος επι το στηθος του ιησου λεγει αυτω κυριε τις εστιν

26 αποκρινεται ο ιησους εκεινος εστιν ω εγω βαψας το ψωμιον επιδωσω και εμβαψας το ψωμιον διδωσιν ιουδα σιμωνος ισκαριωτη

27 και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο σατανας λεγει ουν αυτω ο ιησους ο ποιεις ποιησον ταχιον

28 τουτο δε ουδεις εγνω των ανακειμενων προς τι ειπεν αυτω

29 τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ο ιουδας οτι λεγει αυτω ο ιησους αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ινα τι δω

30 λαβων ουν το ψωμιον εκεινος ευθεως εξηλθεν ην δε νυξ

31 οτε εξηλθεν λεγει ο ιησους νυν εδοξασθη ο υιος του ανθρωπου και ο θεος εδοξασθη εν αυτω

32 ει ο θεος εδοξασθη εν αυτω και ο θεος δοξασει αυτον εν εαυτω και ευθυς δοξασει αυτον

33 τεκνια ετι μικρον μεθ υμων ειμι ζητησετε με και καθως ειπον τοις ιουδαιοις οτι οπου υπαγω εγω υμεις ου δυνασθε ελθειν και υμιν λεγω αρτι

34 εντολην καινην διδωμι υμιν ινα αγαπατε αλληλους καθως ηγαπησα υμας ινα και υμεις αγαπατε αλληλους

35 εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε εαν αγαπην εχητε εν αλληλοις

36 λεγει αυτω σιμων πετρος κυριε που υπαγεις απεκριθη αυτω ο ιησους οπου υπαγω ου δυνασαι μοι νυν ακολουθησαι υστερον δε ακολουθησεις μοι

37 λεγει αυτω ο πετρος κυριε διατι ου δυναμαι σοι ακολουθησαι αρτι την ψυχην μου υπερ σου θησω

38 απεκριθη αυτω ο ιησους την ψυχην σου υπερ εμου θησεις αμην αμην λεγω σοι ου μη αλεκτωρ φωνησει εως ου απαρνηση με τρις