Add parallel Print Page Options

17 Ταῦτα [a]ἐλάλησεν Ἰησοῦς, καὶ [b]ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, [c]ἵνα ὁ [d]υἱὸς δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ [e]δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον [f]τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς [g]ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς [h]ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα [i]δέδωκάς μοι παρὰ σοῦ [j]εἰσιν· ὅτι τὰ ῥήματα ἃ [k]ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ [l]αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν [m]καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ [n]αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου [o]ᾧ δέδωκάς μοι, [p]καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν [q]ἑαυτοῖς. 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ [r]οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ἁγίασον αὐτοὺς ἐν τῇ [s]ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα [t]ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, [u]πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν [v]ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος [w]πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς [x]ἕν, 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, [y]ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 [z]πάτερ, [aa]ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν [ab]δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25 [ac]Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NIV ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἵνα WH Treg NIV ] + καὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 υἱὸς WH Treg NIV ] + σου RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:2 δώσῃ Treg NIV ] δώσει WH RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:4 τελειώσας WH Treg NIV ] ἐτελείωσα RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκας WH Treg NIV ] δέδωκας RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 δέδωκάς Treg NIV RP ] ἔδωκάς WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 εἰσιν WH Treg NIV ] ἐστιν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:8 ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 αὐτοὶ WH NIV ] οὗτοι Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 καθὼς WH NIV RP ] + καὶ Treg
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 αὐτῶν WH Treg NIV ] + ἐν τῷ κόσμῳ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 WH Treg NIV ] οὓς RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 καὶ WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:13 ἑαυτοῖς WH Treg NIV ] αὐτοῖς RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NIV ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:17 ἀληθείᾳ WH Treg NIV ] + σου RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NIV ] καὶ αὐτοὶ ὦσιν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πάτερ WH NIV RP ] πατὴρ Treg
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 ἡμῖν WH Treg NIV ] + ἓν RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πιστεύῃ WH Treg NIV ] πιστεύσῃ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:22 ἕν WH Treg NIV ] + ἐσμεν RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:23 ἵνα WH Treg NIV ] καὶ ἵνα RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 πάτερ WH NIV RP ] Πατήρ Treg
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 WH Treg NIV ] οὕς RP
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 δέδωκάς WH Treg NIV ] ἔδωκάς RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:25 Πάτερ WH NIV RP ] Πατὴρ Treg

17 ταυτα ελαλησεν ο ιησους και επηρεν τους οφθαλμους αυτου εις τον ουρανον και ειπεν πατερ εληλυθεν η ωρα δοξασον σου τον υιον ινα και ο υιος σου δοξαση σε

καθως εδωκας αυτω εξουσιαν πασης σαρκος ινα παν ο δεδωκας αυτω δωση αυτοις ζωην αιωνιον

αυτη δε εστιν η αιωνιος ζωη ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλας ιησουν χριστον

εγω σε εδοξασα επι της γης το εργον ετελειωσα ο δεδωκας μοι ινα ποιησω

και νυν δοξασον με συ πατερ παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι

εφανερωσα σου το ονομα τοις ανθρωποις ους δεδωκας μοι εκ του κοσμου σοι ησαν και εμοι αυτους δεδωκας και τον λογον σου τετηρηκασιν

νυν εγνωκαν οτι παντα οσα δεδωκας μοι παρα σου εστιν

οτι τα ρηματα α δεδωκας μοι δεδωκα αυτοις και αυτοι ελαβον και εγνωσαν αληθως οτι παρα σου εξηλθον και επιστευσαν οτι συ με απεστειλας

εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι οτι σοι εισιν

10 και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοις

11 και ουκ ετι ειμι εν τω κοσμω και ουτοι εν τω κοσμω εισιν και εγω προς σε ερχομαι πατερ αγιε τηρησον αυτους εν τω ονοματι σου ους δεδωκας μοι ινα ωσιν εν καθως ημεις

12 οτε ημην μετ αυτων εν τω κοσμω εγω ετηρουν αυτους εν τω ονοματι σου ους δεδωκας μοι εφυλαξα και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας ινα η γραφη πληρωθη

13 νυν δε προς σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν αυτοις

14 εγω δεδωκα αυτοις τον λογον σου και ο κοσμος εμισησεν αυτους οτι ουκ εισιν εκ του κοσμου καθως εγω ουκ ειμι εκ του κοσμου

15 ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου αλλ ινα τηρησης αυτους εκ του πονηρου

16 εκ του κοσμου ουκ εισιν καθως εγω εκ του κοσμου ουκ ειμι

17 αγιασον αυτους εν τη αληθεια σου ο λογος ο σος αληθεια εστιν

18 καθως εμε απεστειλας εις τον κοσμον καγω απεστειλα αυτους εις τον κοσμον

19 και υπερ αυτων εγω αγιαζω εμαυτον ινα και αυτοι ωσιν ηγιασμενοι εν αληθεια

20 ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευσοντων δια του λογου αυτων εις εμε

21 ινα παντες εν ωσιν καθως συ πατερ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν εν ωσιν ινα ο κοσμος πιστευση οτι συ με απεστειλας

22 και εγω την δοξαν ην δεδωκας μοι δεδωκα αυτοις ινα ωσιν εν καθως ημεις εν εσμεν

23 εγω εν αυτοις και συ εν εμοι ινα ωσιν τετελειωμενοι εις εν και ινα γινωσκη ο κοσμος οτι συ με απεστειλας και ηγαπησας αυτους καθως εμε ηγαπησας

24 πατερ ους δεδωκας μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην εδωκας μοι οτι ηγαπησας με προ καταβολης κοσμου

25 πατερ δικαιε και ο κοσμος σε ουκ εγνω εγω δε σε εγνων και ουτοι εγνωσαν οτι συ με απεστειλας

26 και εγνωρισα αυτοις το ονομα σου και γνωρισω ινα η αγαπη ην ηγαπησας με εν αυτοις η καγω εν αυτοις