Add parallel Print Page Options

27 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ [a]παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.

Τότε ἰδὼν Ἰούδας ὁ [b]παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς [c]ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν [d]καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα [e]ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ [f]ὄψῃ. καὶ ῥίψας τὰ ἀργύρια [g]εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.

11 Ὁ δὲ Ἰησοῦς [h]ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς [i]ἔφη· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων [j]καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [k]Ἰησοῦν Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, [l]Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· [m]Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; [n]λέγουσιν πάντες· Σταυρωθήτω. 23 [o]δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.

24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας [p]ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ [q]αἵματος τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν [r]χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ [s]τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον [t]ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ [u]ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, [v]βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν [w]Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν [x]οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ [y]ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, [z]κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως [aa]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ [ab]πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· [ac]βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ [ad]αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω [ae]νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες [af]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν [ag]ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· [ah]Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ [ai]ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ [aj]ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων [ak]αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [al]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [am]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [an]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [ao]θεοῦ υἱὸς ἦν οὗτος.

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ [ap]Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς [aq]ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν [ar]ἀποδοθῆναι. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν [as]αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ [at]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ [au]αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 [av]ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:2 παρέδωκαν WH Treg NIV ] + αὐτὸν Ποντίῳ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:3 καὶ WH Treg NIV ] + τοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ἀθῷον Treg NIV RP ] δίκαιον WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:4 ὄψῃ WH Treg NIV ] ὄψει RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἐστάθη WH Treg NIV ] ἔστη RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἔφη WH NIV ] + αὐτῷ Treg RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:12 καὶ WH NIV ] + τῶν Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:16 Ἰησοῦν Holmes NA ] WH Treg NIV RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:17 Ἰησοῦν τὸν Holmes NA ] τὸν WH; Treg NIV RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:21 Τὸν WH Treg NIV ] RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 ἀπέναντι NIV RP ] κατέναντι WH Treg
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 αἵματος WH NIV ] + τοῦ δικαίου Treg RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NIV ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐν τῇ δεξιᾷ WH Treg NIV ] ἐπὶ τὴν δεξιὰν RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NIV ] λεγόμενος Κρανίου Τόπος RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 οἶνον WH Treg NIV ] ὄξος RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 ἠθέλησεν WH Treg NIV ] ἤθελεν RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 καὶ WH NIV ] δὲ καὶ Treg RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:43 νῦν WH NIV ] + αὐτόν Treg RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:44 σὺν WH Treg NIV ] RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 ἀνεβόησεν NIV RP ] ἐβόησεν WH Treg
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 Ἠλὶ ἠλὶ Treg RP NA ] Ἐλωῒ ἐλωῒ WH NIV
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:47 ἑστηκότων WH Treg NIV ] ἑστώτων RP
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 ἔλεγον NIV RP ] εἶπαν WH Treg
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 αὐτόν Treg NIV RP ] + [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] WH
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  40. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  41. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg
  42. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:56 Ἰωσὴφ WH NA ] Ἰωσῆ Treg NIV RP
  43. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:57 ἐμαθητεύθη WH Treg NIV ] ἐμαθήτευσεν RP
  44. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:58 ἀποδοθῆναι WH NIV ] + τὸ σῶμα Treg RP
  45. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:59 αὐτὸ RP ] + ἐν WH Treg NIV
  46. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:61 Μαριὰμ WH NIV ] Μαρία Treg RP
  47. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:64 αὐτοῦ Treg NIV] WH; αὐτοῦ νυκτὸς RP
  48. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:65 ἔφη WH Treg NIV ] + δὲ RP

27 πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον

και δησαντες αυτον απηγαγον και παρεδωκαν αυτον ποντιω πιλατω τω ηγεμονι

τοτε ιδων ιουδας ο παραδιδους αυτον οτι κατεκριθη μεταμεληθεις απεστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και τοις πρεσβυτεροις

λεγων ημαρτον παραδους αιμα αθωον οι δε ειπον τι προς ημας συ οψει

και ριψας τα αργυρια εν τω ναω ανεχωρησεν και απελθων απηγξατο

οι δε αρχιερεις λαβοντες τα αργυρια ειπον ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν επει τιμη αιματος εστιν

συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον αγρον του κεραμεως εις ταφην τοις ξενοις

διο εκληθη ο αγρος εκεινος αγρος αιματος εως της σημερον

τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος και ελαβον τα τριακοντα αργυρια την τιμην του τετιμημενου ον ετιμησαντο απο υιων ισραηλ

10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως καθα συνεταξεν μοι κυριος

11 ο δε ιησους εστη εμπροσθεν του ηγεμονος και επηρωτησεν αυτον ο ηγεμων λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε ιησους εφη αυτω συ λεγεις

12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και των πρεσβυτερων ουδεν απεκρινατο

13 τοτε λεγει αυτω ο πιλατος ουκ ακουεις ποσα σου καταμαρτυρουσιν

14 και ουκ απεκριθη αυτω προς ουδε εν ρημα ωστε θαυμαζειν τον ηγεμονα λιαν

15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον ον ηθελον

16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον βαραββαν

17 συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος τινα θελετε απολυσω υμιν βαραββαν η ιησουν τον λεγομενον χριστον

18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον

19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον

20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν

21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις τινα θελετε απο των δυο απολυσω υμιν οι δε ειπον βαραββαν

22 λεγει αυτοις ο πιλατος τι ουν ποιησω ιησουν τον λεγομενον χριστον λεγουσιν αυτω παντες σταυρωθητω

23 ο δε ηγεμων εφη τι γαρ κακον εποιησεν οι δε περισσως εκραζον λεγοντες σταυρωθητω

24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γινεται λαβων υδωρ απενιψατο τας χειρας απεναντι του οχλου λεγων αθωος ειμι απο του αιματος του δικαιου τουτου υμεις οψεσθε

25 και αποκριθεις πας ο λαος ειπεν το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων

26 τοτε απελυσεν αυτοις τον βαραββαν τον δε ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη

27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν

28 και εκδυσαντες αυτον περιεθηκαν αυτω χλαμυδα κοκκινην

29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι την κεφαλην αυτου και καλαμον επι την δεξιαν αυτου και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιζον αυτω λεγοντες χαιρε ο βασιλευς των ιουδαιων

30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου

31 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου και απηγαγον αυτον εις το σταυρωσαι

32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου

33 και ελθοντες εις τοπον λεγομενον γολγοθα ος εστιν λεγομενος κρανιου τοπος

34 εδωκαν αυτω πιειν οξος μετα χολης μεμιγμενον και γευσαμενος ουκ ηθελεν πιειν

35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλλοντες κληρον ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον

36 και καθημενοι ετηρουν αυτον εκει

37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων

38 τοτε σταυρουνται συν αυτω δυο λησται εις εκ δεξιων και εις εξ ευωνυμων

39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων

40 και λεγοντες ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων σωσον σεαυτον ει υιος ει του θεου καταβηθι απο του σταυρου

41 ομοιως δε και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων ελεγον

42 αλλους εσωσεν εαυτον ου δυναται σωσαι ει βασιλευς ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν αυτω

43 πεποιθεν επι τον θεον ρυσασθω νυν αυτον ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιος

44 το δ αυτο και οι λησται οι συσταυρωθεντες αυτω ωνειδιζον αυτω

45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας εννατης

46 περι δε την εννατην ωραν ανεβοησεν ο ιησους φωνη μεγαλη λεγων ηλι ηλι λαμα σαβαχθανι τουτ εστιν θεε μου θεε μου ινατι με εγκατελιπες

47 τινες δε των εκει εστωτων ακουσαντες ελεγον οτι ηλιαν φωνει ουτος

48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον

49 οι δε λοιποι ελεγον αφες ιδωμεν ει ερχεται ηλιας σωσων αυτον

50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα

51 και ιδου το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω και η γη εσεισθη και αι πετραι εσχισθησαν

52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθη

53 και εξελθοντες εκ των μνημειων μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις

54 ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον ιησουν ιδοντες τον σεισμον και τα γενομενα εφοβηθησαν σφοδρα λεγοντες αληθως θεου υιος ην ουτος

55 ησαν δε εκει γυναικες πολλαι απο μακροθεν θεωρουσαι αιτινες ηκολουθησαν τω ιησου απο της γαλιλαιας διακονουσαι αυτω

56 εν αις ην μαρια η μαγδαληνη και μαρια η του ιακωβου και ιωση μητηρ και η μητηρ των υιων ζεβεδαιου

57 οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αριμαθαιας τουνομα ιωσηφ ος και αυτος εμαθητευσεν τω ιησου

58 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου τοτε ο πιλατος εκελευσεν αποδοθηναι το σωμα

59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο σινδονι καθαρα

60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν

61 ην δε εκει μαρια η μαγδαληνη και η αλλη μαρια καθημεναι απεναντι του ταφου

62 τη δε επαυριον ητις εστιν μετα την παρασκευην συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πιλατον

63 λεγοντες κυριε εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων μετα τρεις ημερας εγειρομαι

64 κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας μηποτε ελθοντες οι μαθηται αυτου νυκτος κλεψωσιν αυτον και ειπωσιν τω λαω ηγερθη απο των νεκρων και εσται η εσχατη πλανη χειρων της πρωτης

65 εφη δε αυτοις ο πιλατος εχετε κουστωδιαν υπαγετε ασφαλισασθε ως οιδατε

66 οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας