Font Size
ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21-25
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21-25
SBL Greek New Testament
21 Καὶ ἔλεγεν [a]αὐτοῖς· Μήτι [b]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [c]τεθῇ; 22 οὐ γάρ ἐστιν [d]κρυπτὸν ἐὰν μὴ [e]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [f]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [g]ὑμῖν. 25 ὃς γὰρ [h]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [i]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ὃ WH NIV RP ] ὃς Treg
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software